Поиск авторов по алфавиту

Автор:Успенский Федор Иванович, профессор

VIII. Письмо патриарха Германа к местоблюстителю латинского патриархата в Константинополе

75

VIII.

Письмо патриарха Германа к местоблюстителю латинского
патриархата в Константинополе.
Cod. Baroccianus №91, Fol. 17—20.

Τοῦ ἁγιωτάτου πατριάρχου Κωνσταντινουπόλεως κῦρ Γερμανοῦ τοῦ παραδόντος τὸ ζέον τῇ ἐκκλησίᾳ πρὸς τὸν πατριάρχην τὸν εἰς τὴν Κωνσταντινούπολή Λατίνων ἐπιστολὴ, κρατὴσαντα τοὺς ἱερεῖς τῶν Γραικῶν καὶ ἀναγκάζοντα τούτους μνημονεύειν τοῦ πάπα καὶ αὐτοῦ.

Δέσποτα πατριάρχε τῶν ἐν τῇ Κωνσταντινουπόλει πάντων Λατίνων καὶ ὑπεροχικώτατε τοῦ πάπα τοποτηρητά. Ἡ μετρηότης ἡμῶν ἐξότου εἰς ἀκοὴν ὠτίου τὴν περί τῆς σῆς ὑψηλότητος φήμην παρέλαβεν ἐνδημησάσης ἐν τῇ Κωνσταντινουπόλει προβλὴσει τοῦ πάπα, ἤλπισεν εἰσκηρύξαι τοῖς αἱχμαλώτοις τούτοις ἄφεσιν καὶ τοῖς τυφλοῖς ἀνάβλεψιν ἠσθένησαν γὰρ οἱ ὀφθαλμοὶ αὐτῶν ἀπὸ πτωχείας κατὰ τὸν Δαυὶδ καὶ ἐκ τῆς μακρᾶς δακρυοχυσίας τὸ ὁρατικὸν τῶν ὀμμάτων ἠμβλύνθη. Τὰ μὲν τῆς ἐλπίδος ἡμῶν οὕτως εἶχεν καλῶς εἰδόσιν ὡς τὸ ἐξαίρετον τῆς ἀρχιερωσύνης ἐπάγγελμα ἐκδὴκησίς ἐστι τῶν ἀδικουμένων καὶ τοῖς πολεμουμένοις εἰρήνη.... Ἀλλ’ ἡ ἐλπὶς ἡμῶν ὡς ὁρῶ ἔψευσται καὶ περιετράπη μᾶλλον εἰς τὸ ἐνάντιον, καὶ ἀντὶ ἀγάπης πολιτεύεται

 

 

76

μῖσος, ἀντὶ χαρᾶς παῤῥισιάζεται λύπη, ἀντὶ εἰρὴνης μάχη, ἀντὶ μακροθυμίας καὶ πραότητος κάθειρξις βίαιος καὶ πολυήμερος, καὶ οἱ πάλαι ἀδικηθέντες εἰς πατρίδα αὐτῶν.... καὶ πᾶσαν τὴν πολύολβον ἀφαιρεθέντες περιουσίαν, νῦν καὶ ὑπὲρ αὐτοῦ τοῦ ἀέρος βασκαίνονται ὅτι τοῦτον ἐλεύθερον ἀποπνέουσι, καὶ διὰ τοῦτο φυλακαῖς ἐναποκλείονται πνιγηραῖς, ὥστε καὶ τῆς πνοῆς αὐτῆς στερηθῆναι βιαίως, καὶ ταῦτα τινὲς οἱ βλέποντες μετὰ Θεὸν εἰς χεῖρας τῶν φιλοχρίστων Ῥωμαίων καὶ τῷ ἱερω  οἱ προσεδρεύοντες καὶ ἐκ τοῦ ἱεροῦ ἀποτρεφόμενοι. Ἀνάξια ταῦτα τῆς Πρεσβυτέρας Ῥώμης, ἥτις πολλάκις ὅτε ὑγιαίνουσα ἦν τῇ Νέᾳ Ρώμῃ κακῶς πασχούσῃ περὶ τῶν κατὰ καιρὸν αἱρετικῶν χεῖρα βοηθείαν ἐπόρεξε καὶ οὐκ ἀφῆκεν ταύτην καταπεσεῖν τέλεον ἡμεῖς γὰρ ὁμολογοῦμεν τὴν χάριν, οὐ κρύπτομεν τὴν εὐεργεσίαν. Οἴδαμεν γὰρ ὡς ἐν πάσαις ταῖς άγίαις καὶ οἰκουμενικαῖς συνόδοις πολλὴν συγκρότησιν καὶ συνεργίαν ἐκ τῆς ΙΙρεσβυτέρας ‘Ρώμης ἐπλουτίσαμεν, καὶ τῶν ἀνατολικών ἀρχιερέων πολλοὶ πολλάκις ὑπὸ αἱρετικῶν διωχθέντες καὶ τὴν Παλαιὰν ‘Ρώμην καταλαβόντες ἱσχυρὰν παράκλησιν εὗρον καὶ μεγάλην ἀντίληψιν. Ἀλλὰ καὶ ἡ καθ’ ἡμᾶς Ῥώμη καὶ Νέα οἰδε τὴν Πρεσβυτέραν πολλάκις εὐεργετὴσασα καὶ σωματικῶν πολέμων καὶ ψυχικῶν εὐγενέστατα ῥυσαμένη. Ἐαλωκυΐαν γὰρ ἐπὶ τοῦ γένους τῶν Οὐανδάλων τε καὶ τῶν Γότθων τῆς τυραννίδος αὐτῶν ἐλυτρώσατο καὶ τὴν πρώτην ἐλευθερίαν ἐχαρίσατο διὰ τοῦ μεγίστου ἐν βασιλεῦσιν Ἰουστιανοῦ. Καὶ Ὁνώριον δὲ τὸν πάπα τῇ τῶν Μονοθελητῶν ὑποπεσόντα αἱρέσει καὶ τὴν ἐκκλησίαν τοῦ Χριστοῦ λυμαινόμενον ἡ ἐν Κωνσταντινουπόλει ἐκτὴ σύνοδος καθείλε καὶ ἀπεδίωξε. Νῦν δὲ ἀλλ’ ὤ τῶν ἐμῶν, ἀμαρτιών ἡ πρώτη ὁμόνοια εἰς διχόνοιαν μετετράπη καὶ γεγόναμεν Ἰούδας καὶ Ἰσραὴλ, αἰδοῦμαι γὰρ εἰπεῖν Κάϊν καὶ Ἀβελ φθονῶν καὶ φθονούμενος, ἀναιρῶν καὶ ἀναιρούμενος διὰ τὸ ἀνόμοιον τῆς θυσίας καὶ τὸ διάφορον. Ἀλλὰ ταῦτα μὲν ἄλλου καιροῦ καὶ θρηνωδίας ἐτέρας. .. — Указав на значение апостола Петра в западной церкви, продолжает:— Εἰ ἀγαπᾶς τὸν Πέτρον, τὰς ἐντολὰς αὐτοῦ τήρησον καὶ ἐπισκόπει μὴ ἀναγκαστώς, μηδὲ κατακυριεύειν σπεῦδε τοῦ κλήρου τοῦ χριστονύμου. Ἀξιοῦμεν οὖν τὴν σὴν μεγαλειότητα, ἀπόλυσον οὕς

 

 

77

ἐδέσμευες ἱερεῖς ἡμετέρους, ἄνες ἀπὸ τῆς πολλῆς βίας καὶ μὴ πειρῶ ἀναγκαστῶς ἐφέλκειν εἰς τὸ σὸν θέλημα, οὐ γὰρ συμφέρει πὰν γὰρ τὸ ἀναγκαστὸν ἀβέβαιόν ἐστι καὶ ἄστατον, μόνον τοῦ ἀπὸ προαιρέσεως ἀβιάστου γινομένου τὸ πάγιον ἔχοντος.— О древесных ветвях, которые сейчас же примут естественное направление, как скоро отнять руку, сжимавшую их. — Οὕτω μοι νόησον καὶ ἀπὸ τῆς ἀνθρώπινης προαιρέσεως, ὡς εἵποτε ἀναγκασθῇ ποιῆσαι τι παρὰ τὸ οἰκεῖον βούλημα, τῆς ἀνάγκης ἀπολυθεῖσα ἐπὶ τὴν προτέραν κατάστασιν ἐπανέρχεται — Ἐγὼ δὲ καὶ τοὺς ἐν Κωνσταντίνου πόλει Γραϊκοὺς φθάσας ἀφορισμῷ καθυπέβαλον μηδενὶ τῶν ἱερέων τῶν διαχαύνωσιν ψυχῆς ὑποχαλασθέντων εἰς ὑποταγὴν καὶ θέλημα τῆς Παλαιᾶς Ῥώμης, μηδὲ προσφορὰν δέχεσθαι ἐκ τῶν χειρῶν αὐτῶν, μηδὲ συμψάλλειν αὐτοῖς ὡς προδόταις τῶν θείων καὶ ἱερῶν κανόνων καὶ πατροπαραδοτων ἐθῶν. Πάλιν οὖν τὴν σὴν ἀξιῶ μεγαλειότητα οἰκτείρησον τὴν ταλαιπωρίαν τῶν Κωνσταντινουπολιτῶν ἱερέων καὶ δὸς αὐτοῖς ἰδέσθαι φῶς ἐλεύθερον καὶ ἱλαρῶς ὀφθῇναι τοῖς οἰκείοις πενθοῦσιν καὶ κλαίουσιν ἡ φυλακὴ διὰ τοὺς κακοὺς ἐπινενόηται ἀλλ’ οὐχὶ διὰ τοὺς ἀγαθοποιούς, οἱ ἱερεῖς οὗτοι τῶν θείων καὶ ἱερῶν κανόνων ἀντέχονται ...  Ταῦτα οὐχ ἱκανά ἐστιν ἐκφοβῆσαι τοὺς Γραικοὺς καὶ τῆς ὑποταγῆς τῆς λατινικῆς ἐκφυγεῖν ὡς φεύγει τις ἀπὸ πυρός. Всякий знающий волю Божию должен исполнять ее, воля же Божия состоит в том, чтобы τὸ φυλάττεσθαι πάντα τὰ παρὰ τῶν ἁγίων πατέρων ἡμῶν ὡρισαένα κανονίσματα καὶ ὁρίσματα. Ἢ τοίνυν δεῖξον τοῖς γραικοῖς ἱερεῦσιν, ὅτι οὐ παραβαίνουσιν τὰς τῶν πατέρων νομοθεσίας, ἐὰν τῆς ὑποταγῇς γένωνται τῆς Πρεσβυτέρας ‘Ρώμης, μὴ βίαζε παραιτέρω, ἀλλ’ ἕασον ἐκαστον τὸ πάτριον φυλάσσειν σέβας ἀκαινοτόμητον καὶ πείθεσθαι τοῖς ἰδίοις ἡγουμένοις, οἰς καὶ γνωμῃ καὶ γνώττῃ ὁμοφονεῖ. Ἐν ποίᾳ μοίρᾳ ἡ μεγαλειότης σου τάττει τοὺς ταλαιποροῦντας τῇ φυλακῇ πρεσβυτέρους; εἰ μὲν μετὰ τῶν ὀρθοδόξων τούτους ἀπαριθμεῖς, νόησον πόσον ἐστὶν κακὸν ὀρθοδόξου ἀνθρώπου κακοποιεῖν, εἰ ἐν μερίδι τῶν αἱρετικών παρὰ σοὶ κριτῇ τάττονται, οὐδ’ οὕτως ὀφείλεις ἀναγκάζειν αὐτοὺς ἐἂν Πέτρου καὶ Παύλου μαθητὴς εἶναι μεγαλαυχῇς...— Ταῦτα πρὸς τὴν σὴν με-

 

 

78

γαλειότητα ἐγράψαμεν, ἵνα τὸ δίκαιον δυσωπηθῇ καὶ τῆς ἀδίκου φυλακῆς καὶ πολυημέρου κακουχίας τῶν γραικών ἱερέων ἀπολύσῃ.

 


Страница сгенерирована за 0.4 секунд !
Map Яндекс цитирования Яндекс.Метрика

Правообладателям
Контактный e-mail: odinblag@gmail.com

© Гребневский храм Одинцовского благочиния Московской епархии Русской Православной Церкви. Копирование материалов сайта возможно только с нашего разрешения.